Ancient Greek
527.1
Adrianus Rhetor, Meletai 527.1
Unproofread scanNot analysed yet
ΑΔΡΙΑΝΟΥ ΜΕΛΕΤΑΙ λὰ τὴν φαρμακίδα, καὶ τῇ προσηγορίᾳ τῆς τέχνης τὴν 239 τιμωρίαν ὑποθεῖς, δῆλός ἐστι μισῶν τὸ δράσαι δύνασθαι· καὶ γὰρ ὅσα μὲν τῶν ἀδικημάτων τόλμης ἔχεται μόνης, ἐκ τοῦ πραχθῆναι διελέγχεται, ὅσα δὲ ἐστὶ τέχνης, καθάπερ φαρμακεία, ταῦτα καὶ πρὸ τῆς πράξεως ἀπὸ τῆς γνώμης διαβάλλεται· καὶ γὰρ τοὺς τέχνας, ἀφ ὧν ἐστὶ τὸ δύνασθαι βλάπτειν, προσλαβεῖν μανθάνοντας ἀπ’ αὐτῆς ὑποπτεύειν ἀνάγκη τῆς ἐπιθυμίας· οὐ γὰρ χρὴ τὸ παθεῖν ἀναμεινάντας οὕτως ἀμύνεσθαι ζητεῖν τοὺς ἐξ ὧν ἔπαθον δράσαι δυνηθέντας, ἀλλὰ πρὶν τι παθεῖν ὑποπτεύειν τὸ δράσαι δύνασθαι· τί τοίνυν ὁ φαρμακεύς ἐστι, ληστὴς ὁμολογημένος, προτείνων τέ- 240 χνην ἀδικημάτων, ἄσκησιν ἐπιβουλῆς. παρανομίας ἐπάγγελμα, ἰσχὺς ἀσεβημάτων, ἐπεὶ καὶ τῶν θηρίων τούτων τῶν ὁμοτέχνων ὑμῖν, ὦ γύναι, τὰ πολλὰ χολάζομεν, οὐδὲν ὑπ’ αὐτῶν προαδικηθέντες, ἀλλὰ τὴν δύναμιν αὐτῶν μεμισηκότες, ὅτι κακείνων τι ἕκαστον ἔχει φαρμακον ἐν τῇ φύσει, καὶ γὰρ εἰ τὸ δυνήθηναὶ λαθεῖν ὃ οὐ πειρώμεθα, περὶ ὧν ἐδράσας, ἀλλ’ ὅτι δύνασαι δράσαι, πεφωραμένη, δώσεις ὡς δράσασα δίκην, εἰ καὶ μέχρι νῦν δεδύνησαι λαθεῖν· καὶ τί δεῖ λέγειν περὶ σοῦ; εἰ μὲν γὰρ ἐμίσεις τὴν τέχνην, οὐκ ἂν ἐμάνθανες, εἰ δὲ ἔχεις τὴν ἐπιστήμην, ἐφθόνεις, οὐκ ἐμίσεις, χολάζει γὰρ τις, ὃ φεύγει· ζηλοτυπεῖ δέ, ὃ μετ’ ἄλλων ἔχει· καὶ γὰρ 241 ληστὴς ἤδη ληστὴν ἀπείκτεινεν ὑπὲρ σκύλων ὡργισμένος, καὶ τύραννον καθεῖλέ τις μοναρχεῖν ἐθέλον. τοιούτον τι γεγένηται καὶ τὸ νῦν ὑπὸ σοῦ τετολμημένον· μοναρχίαν