Ancient Greek
529.1
Adrianus Rhetor, Meletai 529.1
Unproofread scanNot analysed yet
ΜΕΛΕΤΑΙ λά καὶ τοὺς τῶν κατηγορούντων τρόπους, οὐχ ἔστιν ὅστις οὐκ ἂν συνομολογήσει ἐμοί· ἔστω δὲ καὶ τοῦτο τεχμήριον τοῦ τὴν κατηγορίαν εἶναι τὴν γινομένην ἀληθῆ, τῷ καὶ τὴν ὑπόθεσιν εἶναι τῷ μέλλοντι κατηγορεῖν ἀηδή· τὴν γὰρ τοιαύτην δίκην ἡ νικηθεῖσα μὲν ἀδικεῖ, 5 ἀτυχεῖ δὲ ὁ νικήσας· παραιτοῦμαι δὲ συγγνώμην ἔχειν μοι οὐ κατηγορεῖν βεβουλεμένῳ, ἀλλὰ σιγῶν μὴ δυναμένῳ, οὐ μόνον ὅτι ἀφόρητόν ἐστιν ἀδίκημα μοιχεία, ἀλλὰ καὶ ὅτι τῷ κοινῷ τῆς αὐτῆς ὑβρεως ἰδίόν τι τὸ ταύτης πρόεστιν· ὁ γὰρ μοιχὸς δοῦλός ἐστι, καὶ τὴν 10 ψυχὴν ταπεινός, κἂν ταύτῃ ταπεινὸς εἶναι δοκεῖ· δοῦλος δὲ οὐδὲ ἄλλου τινός, ἀλλ’ ἐμοῦ· ἔδει δὲ καὶ ταύ- 245 τῆς δοῦλον αὐτὸν, ἀλλὰ μὴ δεσπότην εἶναι, ποιεῖ δὲ τὴν μοιχείαν περιττὴν, καὶ μᾶλλον αἰσχρὰν ἄμφω συνελθόντα, ἢ τῆς μεμοιχευμένης δόξα, καὶ ἡ τοῦ μοι- 15 χεύσαντος ἀδοξία. δέομαι δὲ σου, βασιλεῦ, πρὸς αὐτὰ μοι βοηθῆσαι, ὑπὸ μὲν γυναικὸς ὑβρισμένῳ, ὑπὸ δὲ δούλου παρενδοκιμημένῳ· νεμεσῆσαι δὲ καὶ τούτοις, ἐν μὲν τοῖς ἔργοις λαθεῖν δεδυνημένοις, ὑπὸ δὲ τῶν θεῶν μεμηνυμένοις· ἀπορῶ δὲ πότερον αἰτιάσομαι ὁπατέρω 20 σύμβουλον καὶ διδάσκαλον γεγενέσθαι τῶν ἀμαρτημάτων· οὗτος μὲν γὰρ μειράκιόν ἐστιν, ὁ δὲ τοιοῦτος πεισθῆναι μᾶλλον, ἢ πείσαι πιθανὸς εἶναι δοκεῖ, καὶ διέφθαρται μᾶλλον ἢ διέφθαρκεν· αὕτη δὲ ἐστὶ γυνή· εὐεξα- 246 πάτητον δὲ εἶναι δοκεῖ γυνή· ὥστε τῷ μὲν τὸ τῆς ἡλι- 25 κίας ἀσθενές, τῇ δὲ τὸ τῆς φύσεως τοιοῦτον συναγωνίζεται· συνελὼν οὖν λέγω, συναμφότεροι καλοῖ· δοῦλον οὖν τίς προετίμησεν ἀνδρός; ὥραιος γάρ ἐστι, καὶ καλὸς εἶναι, βασιλεῦ, κάμοι δοκεῖ, καὶ πολλάκις αὐτὸν ὁ μωρὸς πρὸς ταύτην ἐπήνεσα, ὡς ἐγὼ μὲν τὸ πρόσω- 30 πον ἰστάντα, ὑγροῖς δὲ τοῖς ὀμμασιν ἐμβλέποντα