Ancient Greek · ~1 min
Κωμαρχίδης Δρωπαίῳ.
Aelian, ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν Κωμαρχίδης Δρωπαίῳ.
Not analysed yet
ἡμέρων ὁ μαλακὸς φελλεῖ ἐπέκοψε τὸ σκέλος πάνυ ἰσχυρῶς, καὶ θέρμη ἐπέλαβεν αὐτοῦ, καὶ βουβὼν ἐπήρθη. βουλοίμην δʼ ἂν αὐτὸν ἀναρρωσθῆναι ἤ μοι μεδίμνους ἰσχάδων ὑπάρξαι τέτταρας. τὴν οἶν τὴν τὰ μαλακὰ ἔρια, ἣν ἐπαινῶ πρὸς σέ, παρʼ ἐμοῦ πρόσειπε καὶ τὼ βοϊδίω καὶ τὴν κύνα, καὶ τὴν Μανίαν καὶ αὐτὴν χαίρειν κέλευε.