Ancient Greek · ~1 min
Εὐπειθίδης Τιμωνίδῃ.
Aelian, ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν Εὐπειθίδης Τιμωνίδῃ.
Not analysed yet
ἀδικεῖ με ἡ παρὰ σοὶ Σηκύλη παραιρουμένη τῶν δραγμάτων καὶ παρακλέπτουσα. ἐὰν μὲν οὖν παύσηται, καλά σοι καὶ μενοῦμεν φίλοι· ἐὰν δὲ ἔχηται ἔργου, δικάσομαί σε βλάβης. καὶ γὰρ ἂν εἰκότως μοι στενάζειε τὰ τῶν προγόνων ἠρία, εἰ Εὐπειθίδης ὁ Κορυδαλλεὺς ἐμαυτὸν περιόψομαι προσελούμενον, καὶ ταῦτα ὑπʼ ἀνδραπόδου ἴσως δυοῖν μναῖν ἀξίου.