Ancient Greek · ~2 min
Τρύφη Λαμπρία.
Aelian, ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν Τρύφη Λαμπρία.
Not analysed yet
Προσπατταλεύσομεν, ὦ Λαμπρία, τοῦ λαγὼ τὴν δοράν, ἵνα σοι τῶν κυνηγεσίων ἄγαλμα ᾖ τοῦτο κατὰ τοὺς μεγάλους ἐκείνους δήπου θηρευτάς. ἔσται δὴ καὶ τὸ σὸν εὔθηρον ἀνάγραπτον. πότερον δὲ αὐτὸς ᾕρηκας ἢ δῶρον εἴληφας; πῶς δὲ καὶ ὤφθη τὴν ἀρχὴν διὰ σμικρότητα; εὔρινοι ἄρα ὄντως ἦσαν αἱ κύνες· οὐ γὰρ ἦν αὐτὸν ἰδεῖν, ἀλλʼ ᾔσθοντο αὐτοῦ. σὺ δὲ ἐξ οὗ θηρᾶν ἤρξω γέγονας ἡμῖν αὐτόχρημα Ἱππόλυτος. ὅρα δὴ τὴν Ἀφροδίτην μὴ καὶ σοὶ διὰ τὴν ὑπεροψίαν μηνίσῃ.