Ancient Greek · ~3 min
Χρέμης Παρμένωνι.
Aelian, ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν Χρέμης Παρμένωνι.
Not analysed yet
ὀψὲ ἔμαθον ὅτι μοι συνεβούλευες καλῶς, παιδεύων με ἀποδιδράσκειν τὰς ἑταίρας· λαβεῖν γὰρ κεχήνασι καὶ προσποιοῦνται φιλεῖν καὶ ἀποκλείουσι συνεχῶς καὶ τὸ πάντων μοι βαρύτατον πρὶν ὑπερπλησθῆναι καὶ γενέσθαι διακορεῖς οὐ βούλονται συγκαθεύδειν, ἀλλὰ ἀκκίζονται καὶ θρύπτονται, εἶτα μιστυλῶνται πάλιν, καὶ λάθρᾳ μὲν ἀλοῶσι πάντα καὶ καταπίνουσιν ὑπὲρ τοὺς ἐργαστῆρας τοὺς ἐν ἀγρῷ, παρόντων δὲ ἡμῶν ὡραΐζονται. ἐγὼ δὲ κατὰ χειρὸς ποιῶ πάντα καὶ σπεύδω καταλαβεῖν ἐς δύο τὰ σκέλη ἄρας καὶ ὑποστρέφειν ἐπὶ τὰς αἶγας πάλιν. ἐμέλλησα δʼ ἂν τὴν κάκιστα ἀπολουμένην Θηβαΐδα αὐλουμένην πρός με ἀράμενος μέσην εἶτα ῥίψας ἐς τὸ κλινίδιον ἔχεσθαι τῆς σπουδῆς. ἀπόλοιτο δὲ ὁ στρατιώτης ὁ διακωλύσας με· Θρασυλέων, οἶμαι, ἦν ὄνομα αὐτῷ ἢ ἄλλο τι τοιοῦτον συμπεπλεγμένον θηρίῳ.