Ancient Greek · ~3 min
[De virginibus Locrensibus ob stupratam Cas-] sandram Troiam missis.
Aelian, Ἀποσπασμάτια [De virginibus Locrensibus ob stupratam Cas-] sandram Troiam missis.
Not analysed yet
ὁ Ἀπόλλων φησὶ πρὸς Λοκροὺς μὴ ἂν αὐτοῖς τὸ δεινὸν λωφῆσαι, εἰ μὴ πέμποιεν ἀνὰ πᾶν ἔτος δύο παρθένους ἐς τὴν Ἴλιον τῇ Ἀθηνᾷ, Κασάνδρας ποινήν, ἕως ἂν ἱλεώσητε τὴν θεόν. καὶ αἵ γε πεμφθεῖσαι κατεγήρασαν ἐν τῇ Τροίᾳ, τῶν διαδόχων μὴ ἀφικνουμένων. αἱ δὲ γυναῖκες ἔτικτον ἔμπηρα καὶ τέρατα· οἳ δὲ τῶν τετολμημένων σφίσι λήθην καταχέαντες ἧκον ἐς Δελφούς. οὔκουν ἐδέχετο αὐτοὺς τὸ μαντεῖον, τοῦ θεοῦ μηνίοντος αὐτοῖς. καὶ λιπαρούντων μαθεῖν τὴν αἰτίαν τοῦ κότου, ὀψέ ποτε χρῆσαι. καὶ τὸ ἐλλειφθὲν κατὰ τὰς παρθένους προφέρει αὐτοῖς. οἳ δὲ (οὐδὲ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα) ἐπ’ Ἀντιγόνῳ τίθενται τὴν κρίσιν ὑπὲρ τοῦ τίνα χρὴ Λοκρικὴν πόλιν πέμπειν δασμόν. ὁ δὲ βασιλεὺς Ἀντίγονος, ἐφεθέν οἱ δικάσαι προσέταξε κλήρῳ διακριθῆναι.