Ancient Greek · ~2 min
De virginibus Cyzicenis.
Aelian, Ἀποσπασμάτια De virginibus Cyzicenis.
Not analysed yet
Δόλων. οὕτω καλεῖται ὁ παρὰ τοῖς Κυζικηνοῖς τὴν Ἄρτεμιν θεραπεύων γυναικεῖος θίασος. καὶ Κυζικηνῶν θυγατέρας τὴν ὥραν διαπρεπεῖς τῇ Δαρείου θυγατρὶ Ἀρσάμῃ ξένια ἀποστεῖλαι ἐγλίχετο. αἱ δὲ καταφεύγουσιν ἐπὶ τὴν Ἄρτεμιν θεοκλυτοῦσαι καὶ τοῦ ἀγάλματος ἐκκρεμάμεναι, τοῦ βαρβάρου πικρῶς ἐγκειμένου. καὶ τῶν δορυφόρων ἀποσπώντων, κἀκείνων ἀπρὶξ ἐχομένων, διασπᾶται ὁ κατὰ τοῦ τραχήλου ὅρμος. ὑπὲρ δὴ τούτων τὴν Ἄρτεμιν μηνῖσαι καὶ μετελθεῖν δικαιοῦσαν αὐτοὺς τῆς γῆς ἀγονίᾳ.