Ancient Greek · ~1 min
Fragment 100
Aelian, Ἀποσπασμάτια 100
Not analysed yet
ὁ Ἀσκληπιὸς Παύσωνα καὶ Ἶρον κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάσαιτο. ὀφθαλμὼ γάρ τις ἐνόσει. εἶτα ἐπιστὰς ὃ δὲ λέγει ὄξει λύσαντα κάπρου πιμελὴν κᾆτα ὑπαλείψασθαι. ὃ δὲ κοινοῦται τῷ συνήθει ἰατρῷ. ὃ δὲ ἐπειρᾶτο τὰς αἰτίας λέγειν· τὸ μὲν γὰρ συστέλλειν τὸ οἴδημα τῇ δριμύτητι, τὸ δὲ ἐπιλιπαίνειν καὶ ἡσυχῆ ὑποτρέφειν ὁ εἴρων ἔλεγε.