Ancient Greek
Fragment 124
Aelian, Ἀποσπασμάτια 124
Not analysed yet
ὁ δὲ θεοσύλης γενόμενος καὶ τὰ ἕδη τῶν θεῶν αὐτὰ ἐξ ἠθῶν ἀναστήσας, καὶ φόνους ἐργασάμενος ἐναγεῖς, καὶ διαρρήξας καὶ διαξήνας τοὺς νόμους, καὶ τὴν ἀνδρῶν ἀπειπάμενος φύσιν, καὶ γήμας ἀθύτους τε καὶ ἀγάμους ἐκεῖνος γάμους, ἐφ’ οἷς οἶδα καὶ τὸν θεὸν σείσαντα, καὶ διοσημίας ἄλλας κατενόησα ὢν ὑφ’ ἡλίῳ ἔτι καὶ τυραννῶν. ὁ δὲ θεοσύλης λιπὼν τὴν πατρίδα καὶ ἀλώμενος διετέλει.