Ancient Greek
Fragment 179
Aelian, Ἀποσπασμάτια 179
Not analysed yet
οἱ προσιόντες τῶν ἰατρῶν ἐκέλευον οἴνου πιεῖν· τὸ γάρ τοι σεσῶσθαι ἢ μὴ τὴν ἄνθρωπον ἐν τούτῳ ἔφασκον ἄρα ἐκεῖνοι τῇ τέχνῃ πίσυνοι. ἡνίκα ἂν τὴν πεπρωμένην ὁδὸν καὶ ἐπινησθεῖσαν διανύσω. ἐξέχεσθαι μὴ πιεῖν ἀνέχεσθαι οἴνου, μηδὲ τιμᾶσθαι τοσούτου τὸν βίον τὸν λοιπόν, ἵνα τὸν φθάνοντα, φησίν, ἀφανίσῃ ἐκτροπῇ διαίτης ὀλίγης, πιοῦσα οἴνου· καὶ τὸν βίον ἡ γενναία κατέστρεψε πράως καὶ σὺν γαλήνῃ καὶ ἀβληχρῷ θανάτῳ, ὅνπερ οὖν ἐπαινεῖν καὶ Ὅμηρος δοκεῖ μοι.