Ancient Greek · ~2 min
Fragment 202
Aelian, Ἀποσπασμάτια 202
Not analysed yet
καὶ τοῦτο δὴ τὸ ὑμνούμενον ὄνομα Ἀντέρως ἐν τοῖσδε τοῖς γενναίοις ἐσώζετο. Χαρίτων γὰρ καὶ Μελάνιππος ἐς ἔρωτα ἀλλήλοιν συνεπνευσάτην· καὶ ὁ μὲν Χαρίτων ἐραστὴς ἦν, Μελάνιππος δὲ τὴν ψυχὴν ὁ ἐρώμενος ἐς τὸν φίλον τὸν ἔνθεον ἀναφλεχθεὶς ἰσότιμον τὸ τοῦ πόθου κέντρον ἀνεδείκνυτο. ὁ τοίνυν ἔρως συμπνεύσας καὶ κατὰ τοῦ τυράννου Φαλάριδος ἐπῆρεν αὐτούς. καὶ ταῦτα ὑπὲρ τῆς ἐνθέου φιλότητος ἐμαρτύρησεν ὁ Ἀπόλλων.