Ancient Greek · ~1 min
Fragment 252
Aelian, Ἀποσπασμάτια 252
Not analysed yet
καὶ ἐπὶ μᾶλλον ἐξήπτοντο ἐς ὀργήν, καὶ ἠπείλουν τὰς θύρας ἐξαράξειν. βιαζομένων δὲ αὐτῶν καὶ τὰς θύρας ἀναμοχλευόντων, δράκοντες ἄρα μέγιστοι τὸ μέγεθος ἀνέστελλον αὐτοὺς καὶ ἐδειμάτουν, τὰ οὐραῖα μέρη ἐς σπείρας ἑλίξαντες καὶ ἐπανιστάμενοι καὶ πῦρ ὁρῶντες οἷον ὀξύτατον. οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις ἐμπαλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον.