Ancient Greek · ~2 min
Fragment 318
Aelian, Ἀποσπασμάτια 318
Not analysed yet
ὃ δὲ χρημάτων οὐκ ἦν εὔπορος, οὐδὲ ὅσα ἂν ἐξήρκεσεν ἑτέρῳ πρὸς τὴν τοῦ ἀναγκαίου βίου διαγωγήν, οὐδὲ τοσαῦτα κεκτημένος. οἶδά τοι ἔγωγε καὶ ἐς ὀκτὼ ὅλας ἡμέρας ἀναλωθέντα αὐτῷ κατοικιδίου ὄρνιθος οὐ μέγαν νεοττόν. διὰ τὰς ἀθλίας πάθας τῇ πενίᾳ ἐνήθλει. ὃ δὲ ἐδεῖτο τοῦ θεοῦ πολυωρίας τυχεῖν τῆς ἐξ αὐτοῦ. καὶ πλοῦτον περιβάλλει ἀνδρὶ πένητι μέν, εὐσεβεῖ δὲ καὶ ἀεὶ θεραπεύοντί οἱ τὸν νεών, καὶ γεραίροντι πᾶν ὅ τι οὖν ἄγαλμα, ἐξεικασμένον αὐτῷ καὶ τετιμημένον.