Ancient Greek · ~2 min
Fragment 84
Aelian, Ἀποσπασμάτια 84
Not analysed yet
καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον πέρα καὶ ἀνωτέρω τοῦ ἱστοῦ. ὃ δὲ περιαλγῶν ἐπὶ τῇ προρρήσει ἦν δῆλος, ἐπὶ ξυροῦ τε ἀκμῆς τὸ λεγόμενον ὁ τούτου κίνδυνος ὤν, οἵ τε ναῦται καὶ ὅσοι περίνεοι οὐκ ἀνεξόμενοι τῆς τούτου μελλήσεως δῆλοι ἦσαν. οἱ ἄνεμοι οἱ σκληροί τε καὶ ἐχθροὶ παραχρῆμα ἐκόπασαν, καὶ τὸ κῦμα ἐστορέσθη· πνεῦμα δὲ κεκρι μένον κατὰ πρύμναν ἐπέρρει, καὶ τὰ ἱστία ἐπλήρου.