Ancient Greek · ~2 min
Fragment 90
Aelian, Ἀποσπασμάτια 90
Not analysed yet
φιλοχρημάτω τε ἤστην καὶ ἡδονῶν ἀκράτορε. καὶ τὸν τρόπον ἀφειδεστάτω ἤστην καὶ φονικωτάτω. ὑποβλήτους ἂν εἰπέ τις αὐτοὺς εἶναι καὶ νόθους ἄντικρυς. ἀνέπλησαν δὲ τὴν ἑαυτῶν πατρίδα πολλῶν κακῶν. ἀνθ’ ὧν τὰ ἐπίχειρα ἠνέγκαντο ἀλλήλοις πρεπωδέστατα. ἐν ἀκμῇ τοῦ κακοῦ μνήμη τις ἐσῆλθε τῶν Σαμοθρᾴκων· καὶ γὰρ οὖν τετελεσμένω αὐτοῖς ἤστην. καὶ ἐν ἑαυτοῖς θεοκλυτοῦντες ἅμα καὶ τῶν ὀργίων ἐμέμνηντο.