Ancient Greek · ~1 min
Fragment 92
Aelian, Ἀποσπασμάτια 92
Not analysed yet
τοῦτον οὖν ὁμόδουλος κύων ὑπέρ τινος παραπεσόντος ἐδέσματος οἰηθεῖσά οἱ διαφέρεσθαι, προσπαίζοντος ἄλλως. ἣ δὲ ἠγανάκτησε καὶ κυνηδὸν ὑποπλησθεῖσα τοῦ θυμοῦ, τοῖς ὀδοῦσιν ἐμφῦσα ἐς τὸ σκέλος εἶτα μηδὲν ἀδικοῦντα χωλὸν εἰργάσατο.