Ancient Greek · ~4 min
De Hippia.
Aelian, Ἀποσπασμάτια De Hippia.
Not analysed yet
οὗτος τῆς ἐς Ἀθηναίους ὀργῆς καὶ τῆς ὕστερον ὠμότητος προΐσχετο αἰτίαν τὸν Ἱππάρχου φασὶ θάνατον. καὶ πικρὸς ἐκ τούτων δεσπότης κάτω τοῦ χρόνου γενόμενος, ὅμως οὐκ ἀπώνητο. ἤλασαν γοῦν οἱ Κεκροπίδαι αὐτόν. ὃ δὲ ἐκπεσὼν τῆς πατρίδος ἐπήγετο τοὺς Πέρσας συμμάχους, ὁρῶν ὃν εἶχεν ἔρωτα Δαρεῖος τῆς Ἀττικῆς, διὰ τὴν ἄτοπον ἐκείνην σπουδήν, ἵνα τὰ σῦκα τὰ Ἀττικὰ μὴ ἐν ἐλευθέρᾳ γῇ ἔτι ἀλλὰ δούλῃ γένηται τῇ ἐκείνου. ἰὼν μὲν οὖν ὅδε ὁ Ἱππίας ἐπὶ τὴν ἑαυτοῦ πατρίδα σὺν τοῖς Πέρσαις καὶ ἐξελίττων τοὺς βαρβάρους μέγα ἔπταρε, καὶ ἅτε γέρων ἤδη εἶχε τοὺς ὀδόντας κραδαινομένους. ἐκ τοίνυν τῆς βίας εἷς ὀδοὺς ἐξεκρούσθη, καὶ κατώλισθεν ἐς τὴν ψάμμον, καὶ εὑρεθῆναι ἀδύνατος ἦν. ἐπεὶ δὲ ἡττήθησαν οἱ βάρβαροι, φεύγων αὖθις ἐς Λῆμνον ἀφικνεῖται, καὶ κάμνει νόσῳ, καὶ τὴν ὄψιν τυφλοῦται, αἵματος ἐπιρρεύσαντός οἱ διὰ τῶν ὀφθαλμῶν, καὶ ἀλγεινῶς ἀπέθανε, δίκας ταύτας δοὺς τῇ πατρίδι, ἐπεὶ τοὺς βαρβάρους ἦγεν ἐπὶ καταδουλώσει αὐτῆς, μηνῖσαί τε τοὺς πατρίους θεούς.