Ancient Greek · ~1 min
De Iunio parasito.
Aelian, Ἀποσπασμάτια De Iunio parasito.
Not analysed yet
Ἰούνιος ὄνομα, ἐς τὴν ἱππάδα τελῶν, διὰ τὸ καὶ φαγεῖν ζῶν, συνήθης ἦν τρισὶ πλουσίοις, κοιλιοδαίμων τε καὶ ταγηνοκνισοθήρας· βούλομαι γὰρ τὰ τῆς κωμῳδίας ἐς τοὺς τοιούτους εἰπεῖν, οὐδεμιᾷ μὰ τὸν ἀπειροκαλίᾳ. ὃς ἔνειμε τὴν γαστέρα ταῖς τρισὶ τραπέζαις, καὶ τοσαύταις ἐπιπηδῶν τραπέζαις λύκου τινὸς δίκην ἢ ἰκτίνου ἢ ἁρπυίας, ἵνα τι καὶ παίσω.