Ancient Greek · ~2 min
De M. Apicii liberalitate.
Aelian, Ἀποσπασμάτια De M. Apicii liberalitate.
Not analysed yet
Μάρκος Ἀπίκιος Ῥωμαῖος ὡς ἦν ἀσωτίας πέρας οὐδεὶς ἀντιφήσει· δοκεῖ δέ πως μεγαλονοίας ἔργον ἐκεῖνο ἀποδείξασθαι. ἐν αὐτῷ ἑστιῶν ὁσημέραι (καὶ γὰρ ἔζη φασὶ τῇ γαστρὶ καὶ τοῖς ἐκείνης ἀκρατεστέροις) καί ποτε μεταξὺ θοιναζόντων, Φάβιος, τῶν ὑπατευκότων εἷς, λαβὼν ἔκπωμα κρυστάλλου μέγα τίμιον, εἶτα ἄκων κατέαξεν αὐτό· καὶ ἐπὶ τούτῳ συννεφὴς ἦν, ἄχει πληγεὶς τὴν ψυχήν. ὁ τοίνυν Ἀπίκιος πειρώμενος αὐτὸν τῆς λύπης ἀπάγειν οὐ καταβαλεῖς φησι τὸ πραχθὲν καὶ σεαυτὸν ἡμῖν παρέξεις φαιδρότερον συμπότην; ἢ σοὶ φίλῳ ὄντι τοῦτο δρᾶσαι οὐκ ἐξέσται, ὅπερ οὖν δρῶσι καὶ τῶν οἰνοχόων καὶ τῶν ἀργυρωνήτων πολλοὶ πολλάκις