Ancient Greek · ~2 min
De Siphniorum paupertate.
Aelian, Ἀποσπασμάτια De Siphniorum paupertate.
Not analysed yet
οὗτοι πλουσιώτατοι ἐγένοντο οὐ μόνον τῶν νησιωτῶν ἀλλὰ καὶ τῶν ἠπειρωτῶν εὖ μάλα συχνῶν. ἕως μὲν οὖν τὴν δεκάτην ἐς Δελφοὺς ἀπέστελλον εὐτάκτως, καὶ ἐπείθοντο τῷ χρησμῷ τῷ τοῦτο προστάξαντι, τὰ τοῦ πλούτου αὐτοῖς ἐπίδοσιν εἶχε, φανέντων ἀργυρείων μετάλλων· ἐπεὶ δὲ τὴν φορὰν τὴν τῆς ἀπαρχῆς ἐξέλιπον, θάλαττα ἐπιρρεύσασα καὶ ἐπικλύσασα ἠφάνισεν αὐτοῖς τὴν τοῦ πλούτου χορηγίαν, περιῆλθόν τε ἐς πενίαν νησιωτικὴν καὶ ἀπορίαν δεινήν.