Ancient Greek · ~1 min
Glaucus a Polyido in vitam revocatus.
Aelian, Ἀποσπασμάτια Glaucus a Polyido in vitam revocatus.
Not analysed yet
ἀνὴρ ἦν ἐν τῇ Γαλεώτιδι, δεινὸς λύσεις τε νόσων εἰπεῖν καὶ ὥραν ἀκαιρίας ἀκέσασθαι ἀγονίαις καὶ ἀκαρπίαις διά τινων ἱερουργιῶν, ἐπινοῆσαί τε καὶ δοῦναι μεταβολὰς καί τινας ἐς εὐπορίαν ἀγαθὰς ὁδούς. τοῦτον ἐς Κρήτην ὁ Μίνως καλεῖ φασιν ἐπὶ δώροις, ἵνα τοῦ Γλαύκου τὴν ὑμνουμένην ἀπώλειαν ἀνιχνεύσῃ.