Ancient Greek · ~2 min
Interitus Sybaritarum.
Aelian, Ἀποσπασμάτια Interitus Sybaritarum.
Not analysed yet
ἐπὶ μέγα τρυφῆς προελθόντες οἱ Συβαρῖται καὶ πλούτου ἐπὶ μέγα ἥκοντες ἑαυτοῖς καὶ ἄλλοις ἐδόκουν ἀξιόζηλοι εἶναι. πυθόμενοι δὲ ταῦτα οἱ Συβαρῖται κατέγραφον ἑαυτοῖς εὐδαιμονίαν δι’ αἰῶνος. μὴ γὰρ ἐκπλεύσειν τῶν φρενῶν ἐς τοσοῦτον, ὡς ἀνθρώπους προτιμῆσαί ποτε θεῶν. καὶ νόμον ἔθεντο, εἰ τοιοῦτοι γένοιντο ὑπὸ τῷ τοσούτῳ θεῷ, εὐδαιμονίαν εἶναι καταγράφοντες κοινήν. ὃ δὲ ὁρῶν οἷ κακοῦ εἴη, ἐπὶ τὸν τάφον τοῦ γειναμένου καταφεύγει.