Ancient Greek
Book 10
Aelian, Ποικίλη ἱστορία 10.10
Not analysed yet
ὅτε ὑπήρχετο ἡ γραφικὴ τέχνη καὶ ἦν τρόπον τινὰ ἐν γάλαξι καὶ σπαργάνοις, οὕτως ἄρα ἀτέχνως εἴκαζον τὰ ζῷα, ὥστε ἐπιγράφειν αὐτοῖς τοὺς γραφέας ʽτοῦτο βοῦς, ἐκεῖνο ἵππος, τοῦτο δένδρον. ʼ