Ancient Greek
Book 10
Aelian, Ποικίλη ἱστορία 10.9
Not analysed yet
Φιλόξενος λίχνος ἦν καὶ γαστρὸς ἥττων. λοπάδος οὖν ποτε ἑψομένης ἐν καπηλείῳ τέως μὲν εὐφραίνετο καὶ ἑαυτὸν εἱστία τῇ ὀσμῇ· ἐπεὶ δὲ αὐτῷ ἐπετείνετο ἡ ὄρεξις καὶ ἡττᾶτο τῆς φύσεως ʽκακῆς γε οὔσης, ὦ θεοίʼ, τηνικαῦτα οὐκ ἐνεγκὼν προσέταξε τὸν παῖδα πρίασθαι τὴν λοπάδα. ἐπεὶ δὲ ἔφατο πωλεῖν αὐτὴν τὸν κάπηλον πολλοῦ, ʽταύτῃ μᾶλλον ἡδίων ἔσταἰ φησίν, ʽεἰ πλείονος αὐτὴν ὠνήσομαι. ʼ χρὴ δὲ καὶ τῶν τοιούτων μνημονεύειν, οὐκ ἐς ζῆλον αὐτῶν, ἀλλʼ ὥστε φεύγειν αὐτά.