Ancient Greek · ~2 min
Book 10
Aelian, Ποικίλη ἱστορία 10.2
Not analysed yet
Εὐβώταν τὸν Κυρηναῖον ἰδοῦσα Λαῒς ἠράσθη αὐτοῦ θερμότατα, καὶ περὶ γάμου λόγους προσήνεγκεν. ὃ δὲ φοβηθεὶς τὴν ἐξ αὐτῆς ἐπιβουλὴν ὑπέσχετο ταῦτα δράσειν· οὐ μὴν ὡμίλησεν αὐτῇ ὁ Εὐβώτας, σωφρόνως διαβιώσας. ἡ δὲ ὑπόσχεσις αὐτοῦ μετὰ τὴν ἀγωνίαν ἦν. νικήσας οὖν ἵνα μὴ δόξῃ διαφθεῖραι τὰς ὁμολογίας τὰς πρὸς τὴν ἄνθρωπον, εἰκόνα γραψάμενος τῆς Λαΐδος ἐς τὴν Κυρήνην ἐκόμισε, λέγων ἄγειν Λαΐδα καὶ μὴ παραβῆναι τὰς συνθήκας. ἀνθʼ ὧν ἡ γυνὴ ἡ νόμῳ γημαμένη αὐτῷ παμμέγιστον ἀνδριάντα ἐν Κυρήνῃ ἀνέστησεν, αὐτὸν ἀμειβομένη τῆς σωφροσύνης.