Ancient Greek
10.3 to 10.4
Aelian, Ποικίλη ἱστορία 10.3-4
Not analysed yet
τὰ τῶν περδίκων νεόττια ἐπειδὰν τάχιστα τοὺς πόδας ἔξω ποιήσῃ τοῦ λέμματος, ἐντεῦθεν ἤδη δρομικώτατά ἐστι. τὰ δὲ τῶν νηττῶν νεόττια παραχρῆμα ἐξ ὠδίνων νήχεται. καὶ οἱ τῶν λεόντων δὲ σκύμνοι καταγράφουσι τοῖς ὄνυξι τὰς μήτρας τῶν μητέρων πρὸς φῶς ἐπειγόμενοι. Ἀλέξανδρος ὁ Φιλίππου τρὶς τετρακόσια στάδια ἐφεξῆς μεθʼ ὅπλων ὁδοιπορήσας, συμβαλὼν τοῖς πολεμίοις, πρὶν ἀναπαῦσαι τὸ στρατόπεδον, ἐκράτησε τῶν ἐχθρῶν.