Ancient Greek
Book 12
Aelian, Ποικίλη ἱστορία 12.14
Not analysed yet
ὡραιότατοι καὶ ἐρασμιώτατοι λέγονται γενέσθαι Ἑλλήνων μὲν Ἀλκιβιάδης, Ῥωμαίων δὲ Σκηπίων. λέγουσι δὲ Δημήτριον τὸν Πολιορκητὴν ὥρας ἀμφισβητῆσαι. Ἀλέξανδρον δὲ τὸν Φιλίππου ἀπραγμόνως ὡραῖον γενέσθαι λέγουσι· τὴν μὲν γὰρ κόμην ἀνασεσύρθαι αὐτῷ, ξανθὴν δὲ εἶναι· ὑπαναφύεσθαι δέ τι ἐκ τοῦ εἴδους φοβερὸν τῷ Ἀλεξάνδρῳ λέγουσιν.