Ancient Greek · ~2 min
Book 12
Aelian, Ποικίλη ἱστορία 12.13
Not analysed yet
ἀφίκετο ἐξ Ἑλλησπόντου παρὰ τὴν Ἀττικὴν ἑταίραν τὴν Γνάθαιναν ἐραστὴς ἀνὴρ κατὰ κλέος αὐτῆς. παρὰ πότον οὖν πολὺς ἦν λαλῶν, καὶ ἐδόκει φορτικός. ὑπολαβοῦσα οὖν ἡ Γνάθαινα πρὸς αὐτὸν ἔφατο ʽεἶτα σὺ μέντοι λέγεισʼ ʽἥκειν ἐξ Ἑλλησπόντου; ʼ τοῦ δὲ ὁμολογήσαντος ʽκαὶ πῶσʼ εἶπεν ʽοὐκ ἔγνως τῶν ἐκεῖ πόλεων τὴν πρώτην; ʼ τοῦ δὲ εἰπόντος ʽκαὶ τίς ἐστιν αὕτη; ʼ ἣ δὲ ἀπεκρίνατο Σ̔ίγειον. ʼ καὶ ἐμμελῶς διὰ τοῦ ὀνόματος κατεσίγασεν ἄρα αὐτόν.