Ancient Greek · ~2 min
Book 12
Aelian, Ποικίλη ἱστορία 12.16
Not analysed yet
λέγεται Ἀλέξανδρος ὁ Φιλίππου ζηλοτυπώτατα πρὸς τοὺς ἑταίρους διατεθῆναι καὶ βασκαίνειν μὲν πᾶσιν, οὐ μὴν διὰ τὰς αὐτὰς αἰτίας. ἤχθετο γὰρ Περδίκκᾳ μὲν ὅτι ἦν πολεμικός, Λυσιμάχῳ δὲ ἐπεὶ στρατηγεῖν ἀγαθὸς ἐδόκει, Σελεύκῳ δὲ ἐπεὶ ἀνδρεῖος ἦν· Ἀντιγόνου δὲ αὐτὸν ἐλύπει τὸ φιλότιμον, Ἀντιπάτρου δὲ ἤχθετο τῷ ἡγεμονικῷ, Πτολεμαίου δὲ τὸ δεξιὸν ὑφεωρᾶτο, Ταρρίου δὲ ἐδεδίει τὸ ἄτακτον, τό γε μὴν νεωτεροποιὸν Πείθωνος.