Ancient Greek
Book 12
Aelian, Ποικίλη ἱστορία 12.17
Not analysed yet
ὅτι Δημήτριος τοσούτων ἐθνῶν ἡγεμονεύων ἐφοίτα ἐς Ααμίας τῆς ἑταίρας σὺν τοῖς ὅπλοις καὶ φορῶν τὸ διάδημα. αἴσχιστον μὲν οὖν ἦν αὐτῷ καὶ οἴκαδε μεταπέμψασθαι τὴν ἄνθρωπον· ὃ δὲ παρʼ ἐκείνην ἐφοίτα φανερῶς. ἀλλʼ ἔγωγε Θεόδωρον ἂν τὸν αὐλητὴν προτιμήσαιμι τοῦ Δημητρίου, ἐπεὶ τὸν Θεόδωρον μετεπέμπετο ἡ Λάμια, ὃ δὲ ὑπερεῖδε τὴν κλῆσιν.