Ancient Greek · ~2 min
Book 12
Aelian, Ποικίλη ἱστορία 12.18
Not analysed yet
τὸν Φάωνα κάλλιστον ὄντα ἀνθρώπων ἡ Ἀφροδίτη ἐν θριδακίναις ἔκρυψε. λόγος δὲ ἕτερος ὅτι ἦν πορθμεὺς καὶ εἶχε τοῦτο τὸ ἐπιτήδευμα. ἀφικνεῖται δέ ποτε ἡ Ἀφροδίτη διαπλεῦσαι βουλομένη, ὃ δὲ ἀσμένως νως ἐδέξατο, οὐκ εἰδὼς ὅστις ἦν, καὶ σὺν πολλῇ τῇ φροντίδι ἤγαγεν ὅποι ποτὲ ἐβούλετο. ἀνθʼ ὦν ἡ θεὸς ἔδωκεν ἀλάβαστρον αὐτῷ, καὶ εἶχεν αὕτη μύρον, ᾧ χριόμενος ὁ Φάων ἐγένετο ἀνθρώπων κάλλιστος· καὶ ἤρων γε αἱ γυναῖκες αὐτοῦ αἱ Μυτιληναίων. τά γε μὴν τελευταῖα ἀπεσφάγη μοιχεύων ἁλούς.