Ancient Greek · ~2 min
Book 12
Aelian, Ποικίλη ἱστορία 12.46
Not analysed yet
Διονύσιον δὲ τὸν Ἑρμοκράτους λέγουσι ποταμὸν διαβαίνειν· ἔφερε δὲ αὐτὸν ἵππος. καὶ ὁ μὲν ἵππος κατὰ τοῦ τέλματος ὤλισθεν, ὃ δὲ ἀποπηδήσας τῆς ὄχθης ἐλάβετο καὶ ἀπῄει, ὡς οὐκέτι τὸν ἵππον ὄντα αὐτοῦ ἀπολιπών. ὃ δὲ ἠκολούθησε καὶ χρεμετίσας ἐπέστρεψεν αὐτόν. καὶ ἐκεῖνος ἐλάβετο αὐτοῦ τῆς χαίτης καὶ ἔμελλεν ἀναβαίνειν, καὶ τῇ χειρὶ αὐτοῦ περιπίπτει μελιττῶν πλῆθος. ἔφασαν οὖν οἱ Γαλεῶται πρὸς τὸν Διονύσιον ἐρόμενον ὑπὲρ τούτων, ὅτι ταῦτα μοναρχίαν δηλοῖ.