Ancient Greek · ~3 min
Book 12
Aelian, Ποικίλη ἱστορία 12.47
Not analysed yet
Διονύσιος ἐλαύνει τῆς Σικελίας Δίωνα, τὴν δὲ γυναῖκα αὐτοῦ Ἀρήτην καὶ τὸν ἐξ αὐτοῦ παῖδα ἐφύλαττεν. ὕστερον δὲ τὴν γυναῖκα ἄκουσαν δορυφόρῳ αὑτοῦ πάντων μάλιστα θεραπευτῇ Τιμοκράτει γυναῖκα δίδωσι· Συρακόσιος δὲ τὸ γένος ἦν. Δίων δὲ παραλαβὼν Συρακούσας, ἀποδράντος ἐς Λοκροὺς Διονυσίου, ἐνταῦθα ἡ μὲν Ἀριστομάχη ἡ τοῦ Δίωνος ἀδελφὴ προσεῖπεν αὐτόν. ἡ δὲ Ἀρήτη εἵπετο διʼ αἰδοῦς ἐγκαλυπτομένη καὶ οὐ τολμῶσα προσειπεῖν ὡς ἄνδρα, ἐπεὶ βιασθεῖσα τὸν θεσμὸν τῆς πρὸς αὐτὸν εὐνῆς οὐ διεφύλαξεν. ἐπεὶ δὲ ὑπὲρ αὐτῆς ἀπελογήσατο ἡ Ἀριστομάχη, τὴν ἐκ τοῦ Διονυσίου ἀνάγκην καταλέξασα, ὁ Δίων προσηγάγετο τὴν γυναῖκα καὶ τὸν παῖδα καὶ ἐς τὴν οἰκίαν ἔπεμψεν.