Ancient Greek
Book 12
Aelian, Ποικίλη ἱστορία 12.9
Not analysed yet
Τιμησίας ὁ Κλαζομένιος καλῶς ἐξηγήσατο τῶν Κλαζομενίων· ἦν γὰρ τῶν ἀγαθῶν ἀνδρῶν. ὅς γε μὴν εἴωθε κατισχύειν τῶν τοιούτων φθόνος, καὶ τοῦ Τιμησίου κατεκράτει. καὶ τὰ μὲν πρῶτα ὀλίγον ἔμελε φθονουμένῳ αὐτῷ, τῆς δὲ πατρίδος αὐτὸν ἐξελάσαι ἐκεῖνό φασι. παρῄει διὰ διδασκαλείου· οἱ δὲ παῖδες ἀφεθέντες ὑπὸ τοῦ διδασκάλου ἔπαιζον. γίνεται δὲ δύο παίδων ὑπὲρ γραμμῆς φιλοτομία, καὶ ὁ εἶς ἐπώμοσεν ʽοὕτω ἐγὼ Τιμησίου τὸν ἐγκέφαλον ἐξαράξαιμι. ʼ τοῦτο ἐκεῖνος ἀκούσας καὶ ὑπολαβὼν ἀκρατῶς ἔχειν φθόνου καὶ δεινῶς ὑπὸ τῶν πολιτῶν μεμισῆσθαι, εἴ γε καὶ οἱ παῖδες αὐτὸν μισοῦσι, μήτι γοῦν οἱ ἄνδρες, ἑκὼν ἀπῆλθε τῆς πατρίδος.