Ancient Greek
12.10 to 12.12
Aelian, Ποικίλη ἱστορία 12.10-12
Not analysed yet
Αἰγινῆταί ποτε ἐδυνήθησαν τὰ μέγιστα ἐν τοῖς Ἕλλησιν, εὐπορίαν τινὰ χρημάτων καὶ εὐκαιρίαν λαχόντες· δύναμιν γὰρ ναυτικὴν ἔσχον καὶ ἦσαν μέγιστοι. ἀλλὰ καὶ ἐν τοῖς Περσικοῖς ἀγαθοὶ ἐγένοντο, καὶ διὰ ταῦτα καὶ τῶν ἀριστείων ἠξιώθησαν. καὶ πρῶτοι νόμισμα ἔκοψαν τὸ καὶ ἐξ αὐτῶν κληθὲν νόμισμα Αἰγιναῖον. ὅτι Ῥωμαῖοι ὑπὸ τῷ λόφῳ τῷ Παλλαντίῳ Πυρετοῦ καὶ νεὼν καὶ βωμὸν ἱδρύσαντο. μοιχὸς ἐν Γορτύνῃ ἁλοὺς ἐπὶ τὰς ἀρχὰς ἤγετο, εἶτα ἐλεγχθεὶς ἐστεφανοῦτο ἐρίῳ. ἐνόει δὲ τοῦτο τὸ στεφάνωμα αὐτῷ ὅτι ἄνανδρός ἐστι καὶ γύννις καὶ ἐς γυναῖκας μάχλος. καὶ ἐπιπράσκετο δημοσίᾳ καὶ ἀτιμότατος ἦν καὶ οὐδενός οἱ μετῆν τῶν κοινῶν.