Ancient Greek
13.27 to 13.30
Aelian, Ποικίλη ἱστορία 13.27-30
Not analysed yet
ὅτι τὸ Σωκράτους σῶμα πεπίστευτο κόσμιον καὶ σωφροσύνης ἐγκρατὲς γεγονέναι καὶ ταύτῃ. ἐνόσουν Ἀθηναῖοι πανδημεί, καὶ οἳ μὲν ἀπέθνησκον, οἳ δὲ ἐπιθανατίως εἶχον· Σωκράτης δὲ μόνος οὐκ ἐνόσησε τὴν ἀρχήν. ὁ τοίνυν τοιούτῳ συνὼν σώματι τίνα ἡγούμεθα εἶχε ψυχήν; Διογένης ἡνίκα ἀπέλιπε τὴν πατρίδα, εἷς αὐτῷ τῶν οἰκετῶν ἠκολούθει ὄνομα Μάνης, ὃς οὐ φέρων τὴν μετʼ αὐτοῦ διατριβὴν ἀπέδρα. προτρεπόντων δέ τινων ζητεῖν αὐτὸν ἔφη ʽοὐκ αἰσχρὸν Μάνην μὲν μὴ δεῖσθαι Διογένους, Διογένην δὲ Μάνους; ʼ οὗτος δὲ ὁ οἰκέτης ἐς Δελφοὺς ἀλώμενος ὑπὸ κυνῶν διεσπάσθη, τῷ ὀνόματι τοῦ δεσπότου δίκας ἐκτίσας ἀνθʼ ὧν ἀπέδρα. ἔλεγεν ὁ Πλάτων τὰς ἐλπίδας ἐγρηγορότων ἀνθρώπων ὀνείρους εἶναι. Ὀλυμπιὰς ἡ Ἀλεξάνδρου πυθομένη ὅτι πολὺν χρόνον ὁ παῖς αὐτῆς ἄταφος μένει, βαρὺ ἀναστένουσα καὶ θρηνοῦσα εὖ μάλα λιγέως ʽὦ τέκνονʼ εἶπεν, ʽἀλλὰ σὺ μὲν οὐρανοῦ μετασχεῖν βουλόμενος καὶ τοῦτο σπεύδων, νῦν οὐδὲ τῶν κοινῶν δήπου καὶ ἴσων πᾶσιν ἀνθρώποις μετασχεῖν ἔχεις, γῆς τε ἅμα καὶ ταφῆς· ̓ καὶ τὰς ἑαυτῆς τύχας οἰκτείρασα καὶ τὸ τοῦ παιδὸς τετυφωμένον ἐλέγξασα.