Ancient Greek
Book 13
Aelian, Ποικίλη ἱστορία 13.31
Not analysed yet
Ξενοκράτης ὁ Χαλκηδόνιος, ὁ ἑταῖρος Πλάτωνος, τά τε ἄλλα ἦν φιλοικτίρμων καὶ οὐ μόνον φιλάνθρωπος, ἀλλὰ καὶ πολλὰ τῶν ἀλόγων ζῴων ἠλέει. καὶ οὖν ποτε καθημένου ἐν ὑπαίθρῳ, διωκόμενος βιαίως στρουθὸς ὑπὸ ἱέρακος ἐς τοὺς κόλπους αὐτοῦ κατέπτη. ὃ δὲ ἀσμένως ἐδέξατο τὸν ὄρνιν, καὶ διεφύλαξεν ἀποκρύψας, ἔστε ὁ διώκων ἀπῆλθεν. ἐπεὶ δὲ ἠλευθέρωσεν αὐτὸν τοῦ φόβου, ἁπλώσας τὸν κόλπον ἀφῆκε τὸν ὄρνιν, ἐπειπὼν ὅτι μὴ ἐξέδωκε τὸν ἱκέτην.