Ancient Greek
Book 13
Aelian, Ποικίλη ἱστορία 13.32
Not analysed yet
φησὶ Ξενοφῶν ὅτι Θεοδότῃ τῇ ἑταίρᾳ ἐς λόγους ἀφίκετο Σωκράτης, καλλίστῃ γυναικὶ οὔσῃ. ἀλλὰ καὶ τῇ Καλλιστοῖ ἦλθεν ἐς λόγους, ἣ ἔλεγεν ʽἐγὼ μέν, ὦ Σωφρονίσκου, κρείττων εἰμί σου· σὺ μὲν γὰρ οὐδένα τῶν ἐμῶν δύνῃ ἀποσπάσαι· ἐγὼ δέ, ἐὰν βούλωμαι, τοὺς σοὺς πάντας. ʼ ὃ δὲ ʽκαὶ μάλα γε εἰκότως· σὺ μὲν γὰρ ἐπὶ τὴν κατάντη αὐτοὺς ἄγεις, ἐγὼ δὲ ἐπὶ τὴν ἀρετὴν ἥκειν βιάζομαι· ὀρθία δὲ ἡ ἄνοδος ἐστι καὶ ἀήθης τοῖς πολλοῖς. ʼ