Ancient Greek
Book 13
Aelian, Ποικίλη ἱστορία 13.42
Not analysed yet
Ἐπαμεινώνδας ἔφευγε δίκην θανάτου ἐπανελθὼν ἐκ τῆς Λακωνικῆς, ὡς ἐπιβαλὼν τῇ βοιωταρχίᾳ τέτταρας μῆνας παρὰ τὸν νόμον. τοὺς μὲν οὖν συνάρχοντας ἐκέλευσεν ἐς αὐτὸν τὴν αἰτίαν ἀναφέρειν ὡς ἐκβιασθέντας, αὐτὸς δὲ παρελθὼν ἐς τὸ δικαστήριον οὐκ ἔφη βελτίονας ἔχειν τῶν ἔργων τοὺς λόγους· εἰ δὲ μή, ἠξίου ἀποκτείνειν αὐτόν, ἐπιγράψαι μέντοι τῇ στήλῃ ὅτι μὴ βουλομένους Θηβαίους ἠνάγκασεν Ἐπαμεινώνδας τὴν μὲν Λακωνικὴν πυρπολῆσαι πεντακοσίοις ἐνιαυτοῖς ἀδῄωτον οὖσαν, οἰκίσαι δὲ Μεσσήνην δι’ ἐτῶν τριάκοντα καὶ διακοσίων, συντάξαι δὲ καὶ συναγαγεῖν ἐς ταὐτὸν Ἀρκάδας, ἀποδοῦναι δὲ τοῖς Ἕλλησι τὴν αὐτονομίαν. καὶ ἀφῆκαν αὐτὸν αἰδεσθέντες οἱ δικασταί. ἐπανελθόντα δὲ αὐτὸν ἐκ τοῦ δικαστηρίου Μελιταῖον κυνίδιον ἔσαινε. διὸ πρὸς τοὺς παρόντας εἶπε ʽτοῦτο μὲν ἀποδίδωσιν εὐεργεσίας μοι χάριν, Θηβαῖοι δὲ πολλάκις ὑπʼ ἐμοῦ εὖ παθόντες ἔκρινάν με θανάτου. ʼ