Ancient Greek · ~2 min
Book 13
Aelian, Ποικίλη ἱστορία 13.43
Not analysed yet
ὅτι Τιμόθεος ὁ στρατηγὸς Ἀθηναίων πεπίστευτο εὐτυχὴς εἶναι· καὶ ἔλεγον τὴν τύχην αἰτίαν εἶναι, Τιμόθεον δὲ οὐδενός, κωμῳδοῦντες ἐπὶ τῆς σκηνῆς. καὶ οἱ ζωγράφοι δὲ καθεύδοντα ἐποίουν αὐτόν, εἶτα ὑπὲρ τῆς κεφαλῆς ἀπῃώρητο ἑστῶσα ἡ Τύχη ἕλκουσα ἐς κύρτον τὰς πόλεις. πυνθανομένου Θεμιστοκλέους τινὸς κατὰ τί μάλιστα ἥσθη ἐν τῷ βίῳ, ὃ δὲ ἀπεκρίνατο ʽτὸ θέατρον ἰδεῖν Ὀλυμπίασιν ἐπιστρεφόμενον ἐς ἐμὲ ἐς τὸ στάδιον παριόντα. ʼ