Ancient Greek
13.44 to 13.45
Aelian, Ποικίλη ἱστορία 13.44-45
Not analysed yet
τοὺς αὐτοὺς ἐπιτρόπους ἔσχε Θεμιστοκλῆς καὶ Ἀριστείδης ὁ Λυσιμάχου, καὶ διὰ ταῦτά τοι καὶ συνετράφησαν καὶ συνεπαιδεύθησαν κοινῷ διδασκάλῳ. ἐστασιαζέτην δὲ ὅμως καὶ ἔτι παῖδες ὄντες, καὶ παρέμενεν αὐτοῖς ἡ φιλονεικία ἀπὸ τῆς πρώτης ἡλικίας καὶ ἐς ἔσχατον γῆρας. ὅτι Διονύσιος τὴν μητέρα διέφθειρε φαρμάκοις· Λεπτίνην δὲ τὸν ἀδελφὸν σῶσαι δυνάμενος ἐν τῇ ναυμαχίᾳ περιεῖδεν ἀπολλύμενον.