Ancient Greek
Book 13
Aelian, Ποικίλη ἱστορία 13.6
Not analysed yet
ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας ἀκούω πεφυκέναι ἀμπέλους, ἐξ ὧν γίνεται οἶνος, ὃς τοῦ λογισμοῦ παράγει καὶ ἔκφρονας τοὺς Ἀρκάδας ποιεῖ, τὰς δὲ γυναῖκας τεκνοποιοὺς τίθησιν. ὅτι ἐν Θάσῳ δύο γένη φασὶν οἴνων γίνεσθαι· καὶ τὸν μὲν ἕτερον πινόμενον ἐς ὕπνον κατάγειν εὖ μάλα βαθὺν καὶ διὰ ταῦτα ἡδύν, τὸν δὲ ἕτερον ἀντίπαλον εἶναι τοῦ βίου καὶ ἀργυπνίαν ἐμποιεῖν καὶ ἀνιᾶσθαι παρέχειν. ἐν δὲ Ἀχαΐᾳ περὶ Κερυνίαν οἶνος γίνεται, ὃς ταῖς βουλομέναις γυναιξὶν ἀμβλῶσαι συμμάχεται.