Ancient Greek · ~2 min
Book 13
Aelian, Ποικίλη ἱστορία 13.7
Not analysed yet
ὅτε εἷλε τὴν Θηβαίων πόλιν Ἀλέξανδρος, ἀπέδοτο τοὺς ἐλευθέρους πάντας πλὴν ἱερέων. ἀφῆκε δὲ τῆς πράσεως καὶ τοὺς τοῦ πατρὸς ξένους ʽὡμήρευσε γὰρ παρʼ αὐτοῖς ὁ Φίλιππος ἔτι παῖς ὢνʼ καὶ τοὺς συγγενεῖς δὲ τούτων ἀφῆκεν. ἐτίμησε δὲ καὶ τοὺς ἐγγόνους τοὺς τοῦ Πινδάρου, καὶ τὴν οἰκίαν αὐτοῦ μόνην εἴασεν ἑστάναι. ἐφόνευσε δὲ τῶν Θηβαίων ἐς ἑξακισχιλίους, αἰχμάλωτοι δὲ ἐλήφθησαν τρισμύριοι.