Ancient Greek · ~3 min
13.8 to 13.11
Aelian, Ποικίλη ἱστορία 13.8-11
Not analysed yet
Λύσανδρον τὸν Λακεδαιμόνιον ἐν τῇ Ἰωνίᾳ διατρίβοντα τὰ Λυκούργου φασὶ νόμιμα ῥίψαντα ἐπίπονα ὄντα διατεθρύφθαι τὸν βίον. Λάμια γοῦν ἡ Ἀττικὴ ἑταίρα εἶπεν ʽοἱ ἐκ τῆς Ἑλλάδος λέοντες ἐν Ἐφέσῳ γεγόνασιν ἀλώπεκες. ʼ ἐν μιᾷ ἡμέρᾳ δύο γυναῖκας ἠγάγετο Διονύσιος, Δωρίδα τὴν Λοκρίδα καὶ Ἀριστομάχην τὴν Ἱππαρίνου, Δίωνος δὲ ἀδελφήν· καὶ παρʼ ἑκατέρᾳ ἀνεπαύετο ἐν τῷ μέρει. καὶ ἣ μὲν ἠκολούθει στρατευομένῳ, ἣ δὲ ἐπανιόντα ὑπεδέχετο. λόγος τις ἐς ἐμὲ ἀφίκετο λέγων αἴτιον Ἰσοκράτην γενέσθαι τὸν ῥήτορα τοῖς Πέρσαις καταδουλώσεως, ἧς ἐδουλώσαντο αὐτοὺς Μακεδόνες. τοῦ γὰρ πανηγυρικοῦ λόγου, ὃν Ἰσοκράτης ἐν τοῖς Ἕλλησιν ἐπεδείξατο, ἐς Μακεδονίαν ἐλθοῦσα ἡ φήμη, πρῶτον μὲν Φίλιππον ἐπὶ τὴν Ἀσίαν ἀνέστησεν· ἀποθανόντος δὲ ἐκείνου Ἀλέξανδρον τὸν υἱὸν αὐτοῦ τῶν πατρῴων κληρονόμον τὴν ὁρμὴν τὴν τοῦ Φιλίππου διαδέξασθαι παρεσκεύασε.