Ancient Greek · ~2 min
Book 14
Aelian, Ποικίλη ἱστορία 14.1
Not analysed yet
Ἀριστοτέλης ὁ Νικομάχου, σοφὸς ἀνὴρ καὶ ὢν καὶ εἶναι δοκῶν, ἐπεί τις αὐτοῦ ἀφείλετο τὰς ψηφισθείσας αὐτῷ ἐν Δελφοῖς τιμάς, ἐπιστέλλων πρὸς Ἀντίπατρον περὶ τούτων φησὶν ʽὑπὲρ τῶν ἐν Δελφοῖς ψηφισθέντων μοι καὶ ὧν ἀφῄρημαι νῦν οὕτως ἔχω ὡς μήτε μοι σφόδρα μέλειν ὑπὲρ αὐτῶν μήτε μοι μηδὲν μέλειν. ʼ οὐκ ἂν δὲ εἴη φιλοδοξία ταῦτα, οὐδʼ ἂν καταγνοίην ἔγωγε τοιοῦτόν τι Ἀριστοτέλους, ἀλλʼ εὖ φρονῶν ᾤετο μὴ ὅμοιον εἶναι ἀρχήν τινα μὴ λαβεῖν καὶ λαβόντα ἀφαιρεθῆναι. τὸ μὲν γὰρ οὐδὲν μέγα, τὸ μὴ τυχεῖν· τὸ δὲ ἀλγεινόν, τὸ τυχόντα εἶτα ἀποστερηθῆναι.