Ancient Greek
14.2 to 14.4
Aelian, Ποικίλη ἱστορία 14.2-4
Not analysed yet
ὅτι τοὺς παραβάντας ὅρκους τῶν βαρβάρων ἐπῄνεσεν Ἀγησίλαος, ὅτι τοὺς θεοὺς ἑαυτοῖς ἐχθροὺς ποιησάμενοι ταῖς ἐπιορκίαις, αὐτῷ φίλους καὶ συμμάχους κατεπράξαντο. Τιμόθεος ὁ Κόνωνος πρὸς Ἀριστοφῶντα τὸν Ἀζηνιέα πάντων ἄριστα ἔχοντα λόγον εἶπεν. ἐπεὶ γὰρ ἄσωτος ἦν ὁ Ἀριστοφῶν, πικρότατα αὐτοῦ καθίκετο ὁ Τιμόθεος εἰπὼν ʽᾧ ἱκανὸν οὐδέν, ἀλλὰ τούτῳ γε αἰσχρὸν οὐδέν. ὅτι Ἀριστείδης ὁ Λοκρὸς ὑπὸ Ταρτησσίας γαλῆς δηχθεὶς καὶ ἀποθνήσκων εἶπεν ʽὅτι πολὺ ἂν ἥδιον ἦν αὐτῷ δηχθέντι ὑπὸ λέοντος ἢ παρδάλεως ἀποθανεῖν, εἴπερ οὖν ἔδει τινὸς τῷ θανάτφ προφάσεως ἢ ὑπὸ θηρίου τοιούτοὐ, τὴν ἀδοξίαν ἐμοὶ δοκεῖν ἐκεῖνος τοῦ δήγματος πολλῷ βαρύτερον φέρων ἢ τὸν θάνατον αὐτόν.