Ancient Greek
Book 14
Aelian, Ποικίλη ἱστορία 14.23
Not analysed yet
Κλεινίας ἀνὴρ ἦν σπουδαῖος τὸν τρόπον, Πυθαγόρειος δὲ τὴν σοφίαν. οὗτος εῖ ποτε ἐς ὀργὴν προήχθη καὶ εἶχεν αἰσθητικῶς ἑαυτοῦ ἐς θυμὸν ἐξαγομένου, παραχρῆμα πρὶν ἢ ἀνάπλεως αὐτῷ ἡ ὀργὴ καὶ ἐπίδηλος γένηται ὅπως διάκειται, τὴν λύραν ἁρμοσάμενος ἐκιθάριζε. πρὸς δὲ τοὺς πυνθανομένους τὴν αἰτίαν ἀπεκρίνετο ἐμμελῶς ὅτι ʽπραΰνομαι. ʼ δοκεῖ δέ μοι καὶ ὁ ἐν Ἰλιάδι Ἀχιλλεύς, ὁ τῇ κιθάρᾳ προσᾴδων καὶ τὰ κλέα τῶν προτέρων διὰ τοῦ μέλους ἐς μνήμην ἑαυτῷ ἄγων, τὴν μῆνιν κατευνάζειν· μουσικὸς γὰρ ὢν τὴν κιθάραν πρώτην ἐκ τῶν λαφύρων ἔλαβε.