Ancient Greek
Book 14
Aelian, Ποικίλη ἱστορία 14.24
Not analysed yet
χρημάτων κατεφρόνησαν καὶ μεγαλοφροσύνην ἐπεδείξαντο ὁρῶντες ἐν πενίᾳ τοὺς πολίτας ὄντας πλουτοῦντες αὐτοὶ ἐν μὲν Κορίνθῳ Θεοκλῆς καὶ Θρασωνίδης ἐν δὲ Μυτιλήνῃ Πρᾶξις. καὶ οὖν καὶ ἄλλοις συνεβούλευον ἐπικουφίσαι τῆς πενίας τὴν ἀνάγκην τοῖς ἀπορουμένοις. ἐπεὶ δὲ οὐκ ἔπειθον, ἀλλʼ αὐτοί γε τὰ ἑαυτῶν ἀφῆκαν χρέα, καὶ ὤνηντο οὐκ ἐς ἀργύριον, ἀλλʼ ἐς αὐτὴν τὴν ψυχήν· οἱ γὰρ μὴ ἀφεθέντες ἐπιθέμενοι τοῖς δανείσασι, προβαλόμενοι τῆς ὀργῆς τὰ ὅπλα καὶ εὐλογωτάτην χρείαν τὴν ἄμαχον ἐκ τῶν ἐπειγόντων ἀνάγκην ἀπέκτειναν τοὺς δανειστάς.