Ancient Greek
14.25 to 14.27
Aelian, Ποικίλη ἱστορία 14.25-27
Not analysed yet
ἐστασίασάν ποτε πρὸς ἀλλήλους οἱ Χῖοι, ἀνδρειότατα νοσήσαντες νόσον ταύτην βαρυτάτην. ἀνὴρ οὖν ἐν αὐτοῖς πολιτικὸς τὴν φύσιν πρὸς τοὺς σπουδάζοντας τῶν ἑταίρων πάντας ἐκβάλλειν τοὺς ἐναντίους ʽμηδαμῶσʼ ἔφη· ʽἀλλʼ ἐπεὶ κεκρατήκαμεν, ὑπολειπώμεθά τινας, ἵνα μὴ τοῦ χρόνου προϊόντος, οὐκ ἔχοντες ἀντιπάλους, ἡμῖν αὐτοῖς ἀρξώμεθα πολεμεῖν. ʼ καὶ εἰπὼν ἔπεισε· καὶ γὰρ ἔδοξε καλῶς λέγειν, ἐπεὶ οὕτως ἔλεγεν. Ἀρκεσίλαον τὸν ἐξ Ἀκαδημείας Ἀνταγόρας ὁ ποιητὴς ἐλοιδορεῖτο προσφθαρεὶς αὐτῷ, καὶ ταῦτα ἐν τῇ ἀγορᾷ· ὃ δὲ σφόδρα μεγαλοφρόνως, ἔνθα ἑώρα μάλιστα συνεστῶτας πολλούς, ἐνταῦθα ἐπορεύετο διαλεγόμενος, ἵνα ὁ λοιδορῶν ἐν πλείοσιν ἀσχημονῇ. οἱ γοῦν ἀκούοντες ἀπεστρέφοντο καὶ μανίαν ἐπεκάλουν τῷ Ἀνταγόρᾳ. ἐγὼ δὲ ἐπαινῶ μάλιστα ἐκείνους, ὅσοι τὰ ὑποφυόμενα τῶν κακῶν φθάνοντες ἐκκόπτουσι πρὶν ἢ δυνάμεώς τινος ἐπιλαβέσθαι. Ἀγησίλαος γοῦν συνεβούλευσεν ἀκρίτως ἀποκτείνειν τοὺς συνιόντας νύκτωρ ὑπὸ τὴν τῶν Θηβαίων ἐσβολήν.